[ ]
Lycia, E. — Olympos — Roman period
| 1 | Ἑλενούς, δούλη Αὐρ(ηλίας) Ἀρτεμεισίας, |
| κατεσκεύασα τὸν τύνβον ἑαυτῇ καὶ | |
| ἀνδρὶ καὶ τέκνοις καὶ ἐνγόνοις καὶ | |
| γανβρῷ Φιλοσεράπι καὶ δούλῃ μου Μελίννῃ | |
| 5 | καὶ ἀνδρὶ αὐτῆς Ἁρποκρᾷ καὶ τέκνῳ αὐτῶν· ἑτέ- |
| ρῳ δὲ μηδενὶ ἐξὸν ἐπιβιάσασθαι· ἐὰν δέ τις | |
| ἐπιβιάσηται, δώσει ἱερὰ θεῷ Ἡφαίστῳ 𐆖 ͵αφʹ, | |
| ὧν ὁ ἐλένξας λήμψεται τὸ τρίτον. |