[ ]
Lycia, E. — Olympos — Roman period
| 1 | τὸν τύμβον κατεσκεύασεν Πῶλλα |
| <ἡ> ἐ<ν> τῇ συνηθείᾳ Ζωσιμοὺς Δημη- | |
| τρίου Ὀλυμπηνὴ τοῖς γονεῦσιν αὐτῆς Δημη- | |
| τρίῳ βʹ τοῦ Ἐπαφροδείτου καὶ Πώλλᾳ Ἀγαθό- | |
| 5 | ποδος καὶ ἑαυτῇ καὶ τέκνοις καὶ ἐκγόνοις· |
| ἑτέρῳ δὲ οὐδενὶ ἐξέσται ἐνκηδεῦσαι, ἢ ἐκτεί- | |
| σει ὁ βιασάμενος ἱερὰ θεῷ Ἡφαίστῳ 𐆖 ͵α, | |
| ὧν ὁ ἐλένξας | |
| τὸ γ λήψεται {²⁶λήμψεται}²⁶. |