[ ] Lycia, E. — Olympos — Rom. Imp. period
A.1  Λέων καὶ Ἑρμιόνη κατεσκευάσαμεν
τὸν τύμβον [ἑ]αυτοῖς καὶ τέκνοις καὶ ἐνγό-
νοις καὶ ἀδελφῷ  τῆς Ἑρμιόνης Αὐρ(ηλίῳ) Ἑρμαίῳ
Τάτας καὶ γυναικὶ α̣[ὐ]τοῦ Αὐρ(ηλίᾳ) Αλικ̣ῃ {²⁷Ἀδίκ̣ῃ?}²⁷ τῇ κ̣α̣ὶ Ἐρωτίῳ
5 Ὀλυμπηνοῖς καὶ Α[ὐρ(ηλίᾳ)] Χρυση̣ΐδι̣, ἄ̣λ̣λῳ δὲ οὐδενί,
ἢ ὁ βιασάμενος ἐν%⁸¹?κηδεῦσαι δώ%⁸¹?σει τῷ ταμείῳ
καὶ τῷ στατί%⁸⁰?ζοντι 𐆖 ͵βφʹ καὶ ὑποκε%⁸¹?ῖ̣σθαι αὐτὸν τῷ
τῆς τυμβωρυχίας νόμῳ, καὶ ὁ ἐλέ%⁸¹?ξας λήμψετε
τὸ τρίτον.
10
B.1 κύμασι μάχεσθαι χαλεπόν· ἀνάμεινον βραχύ.
λύπης πέπαυσο· λοιπὰ προσδέχου χάριν.
μάτην̣ ἔπει̣γε μὴ ταχύν· οὐ συμφέρει.
νῦν ε̣ἰς ἅ̣π̣αν {²⁷ἄ̣γ̣ρ̣αν?}²⁷ ὁ καιρὸς ἁρμόζων ἔφυ.
5 ξα̣νθῆς σ̣ε Δηοῦς καρπὸς ὥριος μέ̣ν̣ει̣.
οὐκ̣ ἔστι μὴ σπείραντα θερίσαι κάρπι̣μ̣α̣.
πολ̣λοὺς ἀγῶνας διατελέσας λήμψῃ στ̣έφος.
ῥᾶον διάξεις ἔτι βραχὺν μείνας χρόνον.
σαφῶς ὁ Φοῖβος ἐννέπει· μεῖνον, ξένε.
10 τῶν νῦν παρουσῶν συνφορῶν ἕξεις λύσ̣ιν.
ὑμὴν ὅδ’ οὐ σός ἐστι· μὴ μάτην πόνει.
φύτευε· Δηὼ πάντα γὰρ θρέψει καλῶς.
χαίρων ἐπείγου· Ζεὺς τάδ’ ἅ τ’ αὐτὸς ἐννέπει.
ψῆφον δικαίαν τήν%⁸⁰?δε  παρὰ θεῶν ἔχεις.
15 ὠμὴν <ὀ>πώραν ἢν λάβῃ%⁸⁰?ς, οὐ χρήσιμον.
Search Help
Contact Us