[ ]
Lycia, E. — Olympos — Rom. Imp. period
| A.1 | Λέων καὶ Ἑρμιόνη κατεσκευάσαμεν |
| τὸν τύμβον [ἑ]αυτοῖς καὶ τέκνοις καὶ ἐνγό- | |
| νοις καὶ ἀδελφῷ τῆς Ἑρμιόνης Αὐρ(ηλίῳ) Ἑρμαίῳ | |
| Τάτας καὶ γυναικὶ α̣[ὐ]τοῦ Αὐρ(ηλίᾳ) Αλικ̣ῃ {²⁷Ἀδίκ̣ῃ?}²⁷ τῇ κ̣α̣ὶ Ἐρωτίῳ | |
| 5 | Ὀλυμπηνοῖς καὶ Α[ὐρ(ηλίᾳ)] Χρυση̣ΐδι̣, ἄ̣λ̣λῳ δὲ οὐδενί, |
| ἢ ὁ βιασάμενος ἐν%⁸¹?κηδεῦσαι δώ%⁸¹?σει τῷ ταμείῳ | |
| καὶ τῷ στατί%⁸⁰?ζοντι 𐆖 ͵βφʹ καὶ ὑποκε%⁸¹?ῖ̣σθαι αὐτὸν τῷ | |
| τῆς τυμβωρυχίας νόμῳ, καὶ ὁ ἐλέ%⁸¹?ξας λήμψετε | |
| τὸ τρίτον. | |
| 10 | |
| B.1 | κύμασι μάχεσθαι χαλεπόν· ἀνάμεινον βραχύ. |
| λύπης πέπαυσο· λοιπὰ προσδέχου χάριν. | |
| μάτην̣ ἔπει̣γε μὴ ταχύν· οὐ συμφέρει. | |
| νῦν ε̣ἰς ἅ̣π̣αν {²⁷ἄ̣γ̣ρ̣αν?}²⁷ ὁ καιρὸς ἁρμόζων ἔφυ. | |
| 5 | ξα̣νθῆς σ̣ε Δηοῦς καρπὸς ὥριος μέ̣ν̣ει̣. |
| οὐκ̣ ἔστι μὴ σπείραντα θερίσαι κάρπι̣μ̣α̣. | |
| πολ̣λοὺς ἀγῶνας διατελέσας λήμψῃ στ̣έφος. | |
| ῥᾶον διάξεις ἔτι βραχὺν μείνας χρόνον. | |
| σαφῶς ὁ Φοῖβος ἐννέπει· μεῖνον, ξένε. | |
| 10 | τῶν νῦν παρουσῶν συνφορῶν ἕξεις λύσ̣ιν. |
| ὑμὴν ὅδ’ οὐ σός ἐστι· μὴ μάτην πόνει. | |
| φύτευε· Δηὼ πάντα γὰρ θρέψει καλῶς. | |
| χαίρων ἐπείγου· Ζεὺς τάδ’ ἅ τ’ αὐτὸς ἐννέπει. | |
| ψῆφον δικαίαν τήν%⁸⁰?δε παρὰ θεῶν ἔχεις. | |
| 15 | ὠμὴν <ὀ>πώραν ἢν λάβῃ%⁸⁰?ς, οὐ χρήσιμον. |