[ ] Lycia, E. — Olympos — Rom. Imp. period
1 Εὔδοξος καὶ Λυκιαρχικὸς Ὀλυμπηνο̣[ὶ κατε]-
 σκευάσαμεν τὸν τύμβον ἑαυτοῖς καὶ γυ-
 ναιξὶν ἡμῶν Λυκιάρχει (sic) καὶ Ζωτικῇ καὶ τέκνοις
 ἡμῶν Ζ̣ωσ̣ίμῳ καὶ Ζ̣ωσιμᾷ καὶ Εὐδόξῳ καὶ τροφί-
5  μῳ ἡμῶν Ζηνικέτῃ· ἑτέρῳ δὲ οὐδενὶ ἐξὸν ἐν-
 κηδεῦσαι, εἰ μὴ ἡμεῖς τινι ἐνγράφως ἐπιτρέψωμεν,
 ἢ ὁ βιασάμενος ἐνκηδεῦσαι ἐκτείσι τῷ ἱερωτά-
 τῳ φίσκῳ 𐆖 φʹ καὶ Ὀλυμπηνῶν τῇ πόλι 𐆖 φʹ,
      ὧν ὁ ἐλένξας λήμψεται τὸ τρίτον.
Search Help
Contact Us