[ ]
Lycia, E. — Olympos — Rom. Imp. period
| 1 | Εὔδοξος καὶ Λυκιαρχικὸς Ὀλυμπηνο̣[ὶ κατε]- |
| σκευάσαμεν τὸν τύμβον ἑαυτοῖς καὶ γυ- | |
| ναιξὶν ἡμῶν Λυκιάρχει (sic) καὶ Ζωτικῇ καὶ τέκνοις | |
| ἡμῶν Ζ̣ωσ̣ίμῳ καὶ Ζ̣ωσιμᾷ καὶ Εὐδόξῳ καὶ τροφί- | |
| 5 | μῳ ἡμῶν Ζηνικέτῃ· ἑτέρῳ δὲ οὐδενὶ ἐξὸν ἐν- |
| κηδεῦσαι, εἰ μὴ ἡμεῖς τινι ἐνγράφως ἐπιτρέψωμεν, | |
| ἢ ὁ βιασάμενος ἐνκηδεῦσαι ἐκτείσι τῷ ἱερωτά- | |
| τῳ φίσκῳ 𐆖 φʹ καὶ Ὀλυμπηνῶν τῇ πόλι 𐆖 φʹ, | |
| ὧν ὁ ἐλένξας λήμψεται τὸ τρίτον. |