[ ] Lycia, E. — Rhodiapolis — 3rd c. BC
1 ταύτα̣ς τὰς θήκας κατεσκευάσατο Ἀρχέπολις
Ἰμβράλου, τὴν μὲν ἔσω ἑαυτῶι, τὴν δὲ ἔξω τοῖς ἐγγόνοις·
 μὴ ἐξέστ[ω] δὲ εἰς τὴν ἔσω ἄλλον μηθένα παρεντεθῆναι μηδὲ ἀδικῆσαι
     τὸν τάφ[ο]ν παρευρέσει μηδεμιᾶι· εἰ δὲ μή, ἁμαρτωλὸς ἔστω θεοῖς πᾶσι καὶ πάσαις.
Search Help
Contact Us