[ ]
Lycia, E. — Rhodiapolis — 3rd c. BC
| 1 | ταύτα̣ς τὰς θήκας κατεσκευάσατο Ἀρχέπολις |
| Ἰμβράλου, τὴν μὲν ἔσω ἑαυτῶι, τὴν δὲ ἔξω τοῖς ἐγγόνοις· | |
| μὴ ἐξέστ[ω] δὲ εἰς τὴν ἔσω ἄλλον μηθένα παρεντεθῆναι μηδὲ ἀδικῆσαι | |
| τὸν τάφ[ο]ν παρευρέσει μηδεμιᾶι· εἰ δὲ μή, ἁμαρτωλὸς ἔστω θεοῖς πᾶσι καὶ πάσαις. |