[ ]
Lycia, E. — Idebessos — Rom. Imp. period
1 | ἀνέστησεν τὸν ἀνδριάντα Ὄρειος Ἀριστοκράτους |
Ἀκα(λισσεὺς) ἑαυτοῦ γραμματεύσας καὶ ἱερασάμενος τῶν | |
Σεβαστῶν μετὰ καὶ τῆς γυναικὸς αὐτοῦ Ἀριδέσας̣, | |
πρυτανεύσας, ἐπιμελητεύσας δημοσίων ἔργων, πα- | |
5 | ραφυλάξας, ταμιεύσας βʹ, ὑποφυλάξας Λυκίων |
τοῦ κοινοῦ ἐπεικῶς καὶ πιστῶς, ὡς καὶ διὰ ψηφισμάτων | |
τετειμῆσθαι ὑπὸ τῶν <εὖ> πεπραγμένων ὑπ’ αὐτοῦ πό- | |
λεων Ἀρυκανδέων καὶ Κυανειτῶν καὶ Κορυδαλλέων | |
τῶν δήμων καὶ δι’ ἃ ἐποιήσατο ἀναλώματα φιλοτει- | |
10 | μηθ̣άμενος τῇ πατρίδι πολλάκις καὶ ὑπ’ αὐτῆς τετει- |
μῆσθαι καὶ μεμαρτυρῆσθαι. |