[ ]
Lycia, E. — Idebessos — Rom. Imp. period
| 1 | ἀνέστησεν τὸν ἀνδριάντα Ὄρειος Ἀριστοκράτους |
| Ἀκα(λισσεὺς) ἑαυτοῦ γραμματεύσας καὶ ἱερασάμενος τῶν | |
| Σεβαστῶν μετὰ καὶ τῆς γυναικὸς αὐτοῦ Ἀριδέσας̣, | |
| πρυτανεύσας, ἐπιμελητεύσας δημοσίων ἔργων, πα- | |
| 5 | ραφυλάξας, ταμιεύσας βʹ, ὑποφυλάξας Λυκίων |
| τοῦ κοινοῦ ἐπεικῶς καὶ πιστῶς, ὡς καὶ διὰ ψηφισμάτων | |
| τετειμῆσθαι ὑπὸ τῶν <εὖ> πεπραγμένων ὑπ’ αὐτοῦ πό- | |
| λεων Ἀρυκανδέων καὶ Κυανειτῶν καὶ Κορυδαλλέων | |
| τῶν δήμων καὶ δι’ ἃ ἐποιήσατο ἀναλώματα φιλοτει- | |
| 10 | μηθ̣άμενος τῇ πατρίδι πολλάκις καὶ ὑπ’ αὐτῆς τετει- |
| μῆσθαι καὶ μεμαρτυρῆσθαι. |