[ ]
Lycia, W. — Tlos — Roman period
supra in rupe incisus: | |
1 | ζῇ. |
infra: | |
2 | τὸ ἡρῷον κατεσκεύασαν Ἰάσων καὶ Μενέλαος οἱ Μενελάου̣ |
γ κὲ Ἀρίστιππος Κρατέρου, ἐν ᾧ κλεῖναι ∙ δ ∙ ἑ{ν}αυτοῖς {²⁶ἑαυτοῖς}²⁶ καὶ γυν<α>ιξὶ [καὶ τέκν]οις | |
ἐξ αὐτῶν κατὰ γένος ἐσομένοις, καθὸς {²⁶καθὼς}²⁶ ἐπέτρεψεν ἡ βουλή. κὲ ἔ[σται Ἰάσο]νι | |
5 | μὲν κλείνη ἐν εὐωνύμοις ∙ αʹ ∙ Μενελάῳ δὲ ἡ ἐ<ν> δεξιοῖς ∙ αʹ ∙ Ἀριστίππῳ δὲ [ἡ ἐν εὐω]νύ- |
μοις ∙ βʹ ∙ ἡ δὲ οὖσα ∙ δʹ ∙ ἐν δεξιοῖς ἡ βʹ Ἰάσωνι καὶ Μενελάῳ ἰς τὴν τῶν θρ̣[επτῶν] | |
αὐτῶν ταφὴν καὶ τοῖς ἐξ αὐτῶν· ἑτέρῳ δὲ οὐδενὶ ἡμῶν ἐξέσται συ̣ν- | |
χωρῆσαι, ἢ ὀφειλήσει ὁ συνχορήσας τῷ Τλωέων δήμο 𐆖 φʹ ∙ οὐδὲ̣ [ἕ]- | |
τερός τις ἔξωθεν ὢν θάψει τινά, <ἢ> ὀφειλήσει τῷ Τλωέων δήμο ∙ 𐆖 φʹ. | |
10 | συνχωρήσει δὲ Μενέλαος ἰς τὴν ἐπιβάλλουσαν αὐτῷ |
[κλ]ε̣ί̣νην ἐν δεξιοῖς ∙ αʹ Φιλουμενῷ Ἀρσάσεος. |