[ ] Lycia, W. — Tlos — 42 AD or sh. after?
[— — — — — — — — — — — — —]
[— — — — — — — — — — — — —]
1 τ̣έκνῳ Τιβερίῳ Καίσαρι, συν-
εσταμένη δὲ καὶ Σεβαστῶν
γένος κατὰ διαδοχὴν ἱερωτά-
την θεῶν ἐπιφανῶν οἶκον
5 ἄφθαρτον καὶ ἀθάνατον εἰς
τὸν αἰεὶ χρόνον· Λύκιοι δὲ̣ [εὐ]-
σεβοῦντες εἰς τὴν θεὸ̣[ν κε]-
κρίκασιν ἐπιτελεῖσθα[ι αὐτῇ]
πομπὰς καὶ θυσίας καὶ̣ [ἑορτὰς]
10 εἰς τὸν αἰεὶ χρόνον [καὶ ἀποδει]-
ξάμενο<ι> πόλιν ἱερ̣[ωτάτην]
τὴν Τλωέων ἀγ̣[αθῶν ἀνδρῶν]
γένος ἔχουσαν̣ [καὶ ἐν παντὶ]
καιρῷ ἠριστευ̣[κυῖαν καὶ ὑπερ]-
15 ενηνεγμέν[ην δικαιοσύνῃ]
καὶ πίστει κ̣[αὶ ἀρετῇ καὶ τῇ]
πρὸς τὴν [θεὸν εὐσεβείᾳ — —]
  vacat
Search Help
Contact Us