[ ]
Lycia, W. — Pinara — mid-end 1st c. BC
| 1 | Ἑρμόας Μεννέου Ἀλοαν- |
| δεὺς ἑαυτῶι καὶ τῆι γυναι- | |
| κὶ τὸν τάφον κατεσκευάσα- | |
| το καὶ τοῖς τέκνοις· ἄλ- | |
| 5 | λωι δὲ μηθενὶ ἐξέσ̣τω |
| ταφῆναι ἐν τῶι προγ̣ε- | |
| γραμμένωι τάφωι· ἢ ἀπ̣ο- | |
| τισάτω ὁ θάψας τῶι τε υἱ- | |
| ωνῶι μου Ἑρμολάωι δρα- | |
| 10 | χμὰς τρὶς χιλίας καθάπερ |
| ἐγ δίκης καὶ τῶι δήμωι τὸ ἴσον | |
| πλῆθος, καὶ ἁμαρτωλὸς ἔστω ὁ | |
| παρὰ τὰ προγεγραμμένα θάψας | |
| θεοῖς πᾶσι καὶ πάσαις. |