[ ]
Lycia, W. — Pinara — mid-end 1st c. BC
1 | Ἑρμόας Μεννέου Ἀλοαν- |
δεὺς ἑαυτῶι καὶ τῆι γυναι- | |
κὶ τὸν τάφον κατεσκευάσα- | |
το καὶ τοῖς τέκνοις· ἄλ- | |
5 | λωι δὲ μηθενὶ ἐξέσ̣τω |
ταφῆναι ἐν τῶι προγ̣ε- | |
γραμμένωι τάφωι· ἢ ἀπ̣ο- | |
τισάτω ὁ θάψας τῶι τε υἱ- | |
ωνῶι μου Ἑρμολάωι δρα- | |
10 | χμὰς τρὶς χιλίας καθάπερ |
ἐγ δίκης καὶ τῶι δήμωι τὸ ἴσον | |
πλῆθος, καὶ ἁμαρτωλὸς ἔστω ὁ | |
παρὰ τὰ προγεγραμμένα θάψας | |
θεοῖς πᾶσι καὶ πάσαις. |