[ ] Lycia, W. — Pinara — mid-end 1st c. BC
1 Ἑρμόας Μεννέου Ἀλοαν-
δεὺς ἑαυτῶι καὶ τῆι γυναι-
κὶ τὸν τάφον κατεσκευάσα-
το καὶ τοῖς τέκνοις· ἄλ-
5 λωι δὲ μηθενὶ ἐξέσ̣τω
ταφῆναι ἐν τῶι προγ̣ε-
γραμμένωι τάφωι· ἢ ἀπ̣ο-
τισάτω ὁ θάψας τῶι τε υἱ-
ωνῶι μου Ἑρμολάωι δρα-
10 χμὰς τρὶς χιλίας καθάπερ
ἐγ δίκης καὶ τῶι δήμωι τὸ ἴσον
πλῆθος, καὶ ἁμαρτωλὸς ἔστω ὁ
παρὰ τὰ προγεγραμμένα θάψας
θεοῖς πᾶσι καὶ πάσαις.
Search Help
Contact Us