[ ] Lycia, W. — Pinara — Roman period
1                  τὸ μνημεῖον
                 Ἀντιπάτρου δὶς
                 τοῦ Πιξεδά̣ρου,
                 ἐν ᾧ βεβούληται
5                  ταφῆναι μετὰ τὴν
                 ἀποβίωσιν ἑατόν
                 τε καὶ τὴν γυναῖκα
                 αὐτοῦ Λάλλαν Βίτ-
                 ωνος. ἐὰν δέ τις ἐ-
10                  πιχειρήσῃ ἕτερον
                 θάψαι, ὀφειλέσει
                 τῷ Πιναρέων δή-
                 μῳ δηνάρια πεν-
                 τακόσια, ἀφ’ ὧν τὸ
15 τρίτον ὁ ἐλένξας λήνψεται. τοῦτο καὶ διὰ τῶν
ἀρχείων δεδήλωται.
                 ὁ δὲ παρὰ τὰ γε-
                 {γε}γραμένα {²⁶γεγραμένα}²⁶ τι
                 ποιήσας ἔστω
20                  ἱερόσυλος θε-
                 {θε}οῖς {²⁶θεοῖς}²⁶ οὐρανίοις
                 καὶ {καὶ} καταχθο-
                 νίοις καὶ τὼ {²⁶τὸ}²⁶ πρόσ-
                 τειμον ἀποτει-
25                  σάτω. δεδή-
                 λωται ἀρχ-
                 ιερέος Ἀρισ-
                 τάνδρου βʹ
                 Ὑπερβερε-
30                  ταίου.
                    λ.
Search Help
Contact Us