[ ]
Lycia, W. — Pinara — 3rd c. BC
| 1 | Τελεσίας Τιλόμα Διελιτῶν γένους |
| τὸ ἡρῶιον [κ]ατεσκεύακεν αὑτῶι καὶ τῆι | |
| γυναικὶ καὶ τοῖς τέκνοις καὶ ἐγγόνοις | |
| αὐτοῦ. ἄλλωι δὲ μηθενὶ ἐξέστω | |
| 5 | ἐπανοῖξαι τὸ ἡρῶιον μηδὲ προ[σ]τάξαι ἑτέρωι. |
| ἐὰν δέ τις παρὰ ταῦτα ποιήσηι, ἁμαρτωλὸς | |
| ἔστω θεῶν πάντων καὶ Λητοῦς | |
| καὶ τῶν τέκνων vacat καὶ προσ- | |
| αποτεισάτω τάλαντον ἀργυρίου | |
| 10 | καὶ ἐξέστω τῶι βουλομένωι |
| ἐγδικάζεσθαι περὶ τούτων. |