| 1 | [Εὐ]κλείδην τρὶς τοῦ Ἀπολλωνίου |
| Ξάνθιον, ἄνδρα ἔνδοξον ἐκ προγό- | |
| νων, βουλευτήν, ἄρξαντα τῇ πατρίδι | |
| ἀγορανομίαν πόλεως ∙ πρυταν̣εύσα[ν]- | |
| 5 | τα β καὶ ἐν ἐθν̣[ι]κῇ πανηγύρει ∙ γυμνασι- |
| αρχήσαντα τῶν νέων β ∙ ἀγωνοθετή- | |
| σαντα β τῶν πατρῴ<ω>ν θεῶν μεγίστην | |
| καὶ ἐπώνυμον ἀρχήν, τειμηθέντα καὶ ὑπὸ | |
| τῶν ἱερῶν ξυστικῆς τε καὶ θυμελικῆς συν̣- | |
| 10 | όδων εἰκόνι τε γραπτῇ καὶ ἀνδριάντος |
| ἀναστάσει ∙ ἱερατεύσαντα καὶ ταμιεύσαν- | |
| τα τῶν πατρῴων θεῶν ∙ ταμείαν πόλε- | |
| ως ∙ ἐργεπιστατήσαντα τοῦ ἐν πόλει γυ- | |
| μνασίου ∙ καὶ βωμοῦ χαλκέου τῶν πατρῴ- | |
| 15 | ων θεῶν, τελέσαντα δὲ καὶ τὰς λοιπὰς λει- |
| τουργίας καὶ ὑπὲρ τῶν ἐγγόνων, | |
| Ξανθίων τῆς μητροπόλεως τοῦ Λυ- | |
| κίων ἔθνους ἡ βουλὴ καὶ ὁ δῆμος ἐτεί- | |
| μησεν τῷ ἀνδριάντι ἐπὶ τῇ τοῦ βίου αἰ- | |
| 20 | δήμονι καὶ κοσμίῳ ἀναστροφῇ καὶ |
| ἐφ’ αἷς ἐτέλεσεν προγεγραμ- | |
| μέναις φιλοτείμως ἀρχαῖς, | |
| τὸν δὲ ἀνδριάντα ἀνεδέ- | |
| <ξ>ατο ἐκ τῶν ἰδίων ἀναστή- | |
| 25 | σειν. |
TAM II
496