[ ]
Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — Rom. Imp. period — TAM II,2 496
See also:
| 1 | [Εὐ]κ̣λείδην τρὶς τοῦ Ἀπολλωνίου |
| Ξάνθιον, ἄνδρα ἔνδοξον, ἐκ προγό- | |
| ν̣ων βουλευτήν, ἄρξαντα τῇ πατρίδι | |
| ἀγορανομίαν̣ πόλεως ∙ πρυταν̣εύσα̣[ν]- | |
| 5 | τα β καὶ ἐν ἐθν̣[ι]κῇ πανηγύρει ∙ γυμνασι- |
| αρχήσαντα τῶν νέων β ∙ ἀγωνοθετή- | |
| σαντα β τῶν πατρῴ<ω>ν θεῶν μεγίστην | |
| καὶ ἐπώνυμον ἀρχήν, τειμηθέντα καὶ ὑπὸ | |
| τῶν ἱερῶν ξυστικῆς τε καὶ θυμελικῆς συν̣- | |
| 10 | όδων εἰκόνι τε γραπτῇ καὶ ἀνδριάντος |
| ἀναστάσει, ἱερατεύσαντα καὶ ταμιεύσαν- | |
| τα τῶν πατρῴων θ̣εῶν, ταμείαν πόλε- | |
| ως, ἐργεπιστατήσαντα τοῦ ἐν πόλει γυ- | |
| μνασίου ∙ καὶ βωμοῦ χαλκέου τῶν πατρῴ- | |
| 15 | ων θεῶν, τελέσαντα δὲ καὶ τὰς λοιπὰς λει- |
| τουργίας καὶ ὑπὲρ τῶν ἐγγόνων, vac. | |
| Ξανθίων τῆς μητροπόλεως τοῦ Λυ- | |
| κίων ἔθνους ἡ βουλὴ καὶ ὁ δῆμος ἐτεί- | |
| μησεν τῷ ἀνδριάντι ἐπὶ τῇ τοῦ βίου αἰ- | |
| 20 | δήμονι καὶ κοσμίῳ ἀναστροφῇ καὶ |
| ἐφ’ αἷς ἐτέλεσεν προγεγραμ- | |
| μέναις φιλοτείμω<ς> ἀρχαῖς̣, | |
| τὸν δὲ ἀνδριάντα ἀνεδέ- | |
| ξατο ἐκ τῶν ἰδίων ἀναστή- | |
| 25 | σειν. |