[ ] Lycia, W. — Patara — Roman period
1 Κλ̣(αυδία) Φρόν̣τ̣ις Παταρὶς κατεσκεύασεν
τὴν σωμ̣ατοθήκην, ἐν̣ ᾗ ἔνεστιν
ἡ ἀδελφή μου Λυκ̣ία. μετ̣ὰ̣ [δὲ τὴ]ν ἐμὴν
τελευτὴν μηδενὶ ἐξὸν̣ ἄλλῳ
5 ἐνταφῆναι ἐν τῇ σωματοθήκῃ
ταύτῃ. βούλομαι δὲ ἐν τῷ ὑπο-
σορίῳ τεθῆναι τὴν ἀπελευθέ-
ραν μου Λαμπροτύχην καὶ Ἐλπίδα
ἀπελευθέραν Τιβ(ερίου) Κλ(αυδίου) Ἀλεξάνδρου.
10 ἐὰν δέ τις τολμήσῃ ἐνθάψαι,
ὀφειλέσει τῇ Παταρέων
     γερουσίᾳ  𐆖 ͵α.
Search Help
Contact Us