[ ]
Lycia, W. — Patara — Roman period
1 | τὸ μνημεῖον κατεσκεύασεν Τιβέριος Κλαύδιος |
Μαρκιανὸς Παταρεὺς ἑαυτῷ, γυναικὶ αὐτοῦ Εὐπλοίᾳ | |
καὶ θυγατρὶ Πα̣ρ̣δ̣α̣λ̣ί̣ῳ̣ καὶ Φιλήμονι ἀνδρὶ Παρδαλίου | |
καὶ τοῖς ἐκ [Φιλήμονο]ς καὶ Παρδαλίου τέκνοις | |
5 | καὶ οἷς ἂ̣ν ἔ̣[τι ζῶντε]ς̣ ὅ τε Μαρκιανὸς καὶ ἡ Εὔπλοια |
ἐνγρά̣φως συ̣[νχωρ]ήσωσιν, μηδενὸς ἑτέρου | |
ἔχοντος ἐξου[σίαν] ἐνθάψαι τινά, ἢ τὸν παρὰ | |
ταῦτά τι πράξαντα δοῦναι Παταρέων τῇ πόλει | |
προστείμου 𐆖 ͵βφʹ, ὧν ὁ ἐλέγξας λήμψε- | |
10 | ται τὸ τρίτον. |