[ ]
Lycia, W. — Patara — Roman period
| 1 | τὸ μνημεῖον κατεσκεύασεν Τιβέριος Κλαύδιος |
| Μαρκιανὸς Παταρεὺς ἑαυτῷ, γυναικὶ αὐτοῦ Εὐπλοίᾳ | |
| καὶ θυγατρὶ Πα̣ρ̣δ̣α̣λ̣ί̣ῳ̣ καὶ Φιλήμονι ἀνδρὶ Παρδαλίου | |
| καὶ τοῖς ἐκ [Φιλήμονο]ς καὶ Παρδαλίου τέκνοις | |
| 5 | καὶ οἷς ἂ̣ν ἔ̣[τι ζῶντε]ς̣ ὅ τε Μαρκιανὸς καὶ ἡ Εὔπλοια |
| ἐνγρά̣φως συ̣[νχωρ]ήσωσιν, μηδενὸς ἑτέρου | |
| ἔχοντος ἐξου[σίαν] ἐνθάψαι τινά, ἢ τὸν παρὰ | |
| ταῦτά τι πράξαντα δοῦναι Παταρέων τῇ πόλει | |
| προστείμου 𐆖 ͵βφʹ, ὧν ὁ ἐλέγξας λήμψε- | |
| 10 | ται τὸ τρίτον. |