[ ]
Lycia, W. — Patara — Rom. Imp. period
1 | τὴν χελώνην κατεσκεύασεν |
Πό<λ>λα Ἰάσονος τοῦ Ἀρχελάου Πατα- | |
ρὶς ἐπὶ τῷ αὐτὴν μόνην εἰς αὐτὴν ταφῆναι, | |
ἕτερον δὲ μηδένα ἔχειν ἐξουσίαν ἀνοῖξα̣ι | |
5 | ἢ θάψαι τινά, ἢ τὸν παρὰ ταῦτα ποιήσαντα ὀφεί- |
λειν τῷ ἱερωτάτῳ φίσκῳ 𐆖 ͵γ καὶ εἶναι ἁμαρτω- | |
λὸν καὶ τυμβωρύχον ἔχοντος παντὸς τοῦ βου- | |
λομένου ἐξουσίαν προσανγέλλειν τὸν τοιοῦτό | |
τι ποιήσαντα ἐπὶ τῷ τὸ τρ<ίτ>ον τοῦ τειμήματ̣ος | |
10 | αὐτὸν λαβεῖν, περὶ ὧν καὶ διὰ τῆς κεχρηματισ- |
μένης ὑπὸ τῆς Πόλλας οἰκονομίας vacat | |
ἐπὶ ἀρχιερέος τῶν Σεβαστῶν Γαίου Λικιν- | |
νίου Φρόντωνος τοῦ Φιλείνου Περειτίου | |
θʹ δηλοῦται. |