[ ]
Lycia, W. — Patara — Rom. Imp. period
| 1 | τὴν χελώνην κατεσκεύασεν |
| Πό<λ>λα Ἰάσονος τοῦ Ἀρχελάου Πατα- | |
| ρὶς ἐπὶ τῷ αὐτὴν μόνην εἰς αὐτὴν ταφῆναι, | |
| ἕτερον δὲ μηδένα ἔχειν ἐξουσίαν ἀνοῖξα̣ι | |
| 5 | ἢ θάψαι τινά, ἢ τὸν παρὰ ταῦτα ποιήσαντα ὀφεί- |
| λειν τῷ ἱερωτάτῳ φίσκῳ 𐆖 ͵γ καὶ εἶναι ἁμαρτω- | |
| λὸν καὶ τυμβωρύχον ἔχοντος παντὸς τοῦ βου- | |
| λομένου ἐξουσίαν προσανγέλλειν τὸν τοιοῦτό | |
| τι ποιήσαντα ἐπὶ τῷ τὸ τρ<ίτ>ον τοῦ τειμήματ̣ος | |
| 10 | αὐτὸν λαβεῖν, περὶ ὧν καὶ διὰ τῆς κεχρηματισ- |
| μένης ὑπὸ τῆς Πόλλας οἰκονομίας vacat | |
| ἐπὶ ἀρχιερέος τῶν Σεβαστῶν Γαίου Λικιν- | |
| νίου Φρόντωνος τοῦ Φιλείνου Περειτίου | |
| θʹ δηλοῦται. |