[ ] Lycia, W. — Patara — Rom. Imp. period
1 τὴν χελώνην κατεσκεύασεν
Πό<λ>λα Ἰάσονος τοῦ Ἀρχελάου Πατα-
ρὶς ἐπὶ τῷ αὐτὴν μόνην εἰς αὐτὴν ταφῆναι,
ἕτερον δὲ μηδένα ἔχειν ἐξουσίαν ἀνοῖξα̣ι
5 ἢ θάψαι τινά, ἢ τὸν παρὰ ταῦτα ποιήσαντα ὀφεί-
λειν τῷ ἱερωτάτῳ φίσκῳ 𐆖 ͵γ καὶ εἶναι ἁμαρτω-
λὸν καὶ τυμβωρύχον ἔχοντος παντὸς τοῦ βου-
λομένου ἐξουσίαν προσανγέλλειν τὸν τοιοῦτό
τι ποιήσαντα ἐπὶ τῷ τὸ τρ<ίτ>ον τοῦ τειμήματ̣ος
10 αὐτὸν λαβεῖν, περὶ ὧν καὶ διὰ τῆς κεχρηματισ-
μένης ὑπὸ τῆς Πόλλας οἰκονομίας vacat
ἐπὶ ἀρχιερέος τῶν Σεβαστῶν Γαίου Λικιν-
νίου Φρόντωνος τοῦ Φιλείνου Περειτίου
          θʹ δηλοῦται.
Search Help
Contact Us