[ ] Lycia, W. — Patara — Roman period
1 Κλ(αυδίας) Ἀρεσκούσης ψυχὴ ἀθάνατος,
     φιλανδρία ἀσύνκριτος,
     φιλοτεκνία ἀνυπέρβλητος,
     κάλλος ἀμείμητον,
5      σωφροσύνη ἀδιήγητος.
ταῦτα σοί, ὦ δέσποινα, τὰ ἔνφυτα καὶ
ἐνάρετα ἐνκώμια ὁ σὸς σύνευνος Ζώ-
σιμος ἐχάραξα θεὶς καὶ εἰκόνα γραπτὴν
μνείας καὶ φιλοστοργίας χάριν.
Search Help
Contact Us