[ ]
Lycia, W. — Patara — Roman period
1 | Κλ(αυδίας) Ἀρεσκούσης ψυχὴ ἀθάνατος, |
φιλανδρία ἀσύνκριτος, | |
φιλοτεκνία ἀνυπέρβλητος, | |
κάλλος ἀμείμητον, | |
5 | σωφροσύνη ἀδιήγητος. |
ταῦτα σοί, ὦ δέσποινα, τὰ ἔνφυτα καὶ | |
ἐνάρετα ἐνκώμια ὁ σὸς σύνευνος Ζώ- | |
σιμος ἐχάραξα θεὶς καὶ εἰκόνα γραπτὴν | |
μνείας καὶ φιλοστοργίας χάριν. |