[ ]
Lycia, W. — Xanthos (Kınık) — Rom. Imp. period
col. a.1 | τὴν σωματοθήκην κα̣τε- |
σ̣κεύα̣σεν Μ(ᾶρκος) Αὐρ(ήλιος) Θαλῆς Βασιλεί- | |
δου δὶς τοῦ Δημητρίου Ξάν- | |
θιος ἑαυτῷ καὶ τῇ γλυκυτάτῃ γυνα̣ικὶ | |
5 | αὐτοῦ Μ(αρκίᾳ) Αὐρ(ηλίᾳ) Τρυφαίνῃ· ἕτερος γὰρ |
συνταφῆναί μοι οὐ δυνηθήσεται, | |
δι’ ἣν τελῶ διὰ βίου ἱεροσύνην Διὸς | |
[καὶ?] Σεβασ̣τ̣<ῶ>ν ἐ̣ν Πα̣τά̣ρων δή- | |
μ̣ῳ ἱ̣δ̣ρ̣υ̣<μ>?ένων. | |
10 | βούλομαι δὲ καὶ ἣν καὶ αὐτὴν |
ἐπέγημα ἀπὸ παρθενείας γυ- | |
col. b.1 | ναῖκά μου τὴν εὐσχημονεστά- |
την Αὐρ(ηλίαν) Ἀγρωνίδα Εὐτύχους τεθῆ- | |
ναι, ἕτερον δὲ μηδένα· ἐὰ̣ν δέ | |
τις ἕτερον θῇ, ἀποτείσει | |
5 | τῷ ταμείῳ 𐆖 δισχείλια. |