[ ]
Lycia, W. — Xanthos (Kınık) — early 1st c. BC
| 1 | Αἴχμων Ἀπολλοδότου |
| Σαρπ̣ηδόνιος, αἱρεθ̣εὶς ὑπὸ | |
| Λυκίων ἐπὶ τοῦ συναχθέντος στρατοπέδου | |
| καὶ ἐπὶ τῶν τὰ ἐναντία πραξάντων τῷ ἔθνει | |
| 5 | καὶ προσκαρτερήσας πάντα τὸν τῆ[ς] στρατείας |
| χρόνον φιλοπόνως καὶ φιλοκινδύνως, | |
| καταγωνισάμενος τοὺς ὑπεναντίο̣υς Ἄρῃ χαριστήριον. |