[ ]
Lycia, W. — Xanthos (Kınık) — early 1st c. BC
1 | Αἴχμων Ἀπολλοδότου |
Σαρπ̣ηδόνιος, αἱρεθ̣εὶς ὑπὸ | |
Λυκίων ἐπὶ τοῦ συναχθέντος στρατοπέδου | |
καὶ ἐπὶ τῶν τὰ ἐναντία πραξάντων τῷ ἔθνει | |
5 | καὶ προσκαρτερήσας πάντα τὸν τῆ[ς] στρατείας |
χρόνον φιλοπόνως καὶ φιλοκινδύνως, | |
καταγωνισάμενος τοὺς ὑπεναντίο̣υς Ἄρῃ χαριστήριον. |