[ ] Lycia, W. — Kalabatia? — Rom. Imp. period
a.1 τὸ ἡρῶιον κατεσκεύασαν Μᾶρκος Αὐρ(ήλιος) ∙ Εὐτύχης Στεφάνου καὶ Μαρκία Αὐρ(ηλία) ∙
Μακαρία Βασιλίδ<ο>ς Σώζοντος Σιδυμεῖς· ἐν ᾧ βούλονται ἐνταφῆναι τὰ τῆς θυγατρὸς
αὐτῶν Μαρ(κίας) Αὐρηλίας Ἐρωταροῦδος παιδία τε καὶ ἔγγονα ἐν τῇ πυαλίδι τῇ ἰσερχομέ-
νων ἐν δεξιοῖς· βουλόμεθα δὲ ἐν τῇ εὐωνύμῳ πυαλίδι ἐνταφῆναι Λάλλαν τὴν ὑπὸ ἡμῶν
5 ἀνατραφεῖσαν̣ [μ]ε<τ>ὰ τοῦ συνβίου α<ὐ>τῆς καὶ τέκνων καὶ ἐγγόνων· ἐν δὲ τῇ ἄντικρυς
πυαλίδ[ι τ]ὸν θρε̣π̣τὸν ἡμῶν Ἀγαθήμερον καὶ τὴν τούτου γυναῖκα Συν<τ>ροφίαν καὶ τὰ ἐ-
ξ αὐτῶ̣[ν τ]έ̣κνα κ[αὶ Δι]ονυσίαν τὴν ὑφ’ ἡμῶν ἀνατραφεῖσαν καὶ τὸν ἄνδρα αὐτῆς Αὐρήλιον.
b.1 [․․․․c.12․․․․ καὶ τὰ ἐξ αὐ]τῶν παι-
[δία τε καὶ ἔγγονα· καὶ κατεσ]τήσαμεν
[ἔξωθεν ἐν τῷ ὑποσορίῳ? κ]αὶ σω̣μ̣α-
[τοθήκην ἐν ᾗ ․․․․ τὴν ὑφ’ ἡμῶ]ν ἀνα-
5 [τραφεῖσαν καὶ τὰ ἐξ αὐτῆς π]αιδία
[καὶ ἔγγονα βουλόμεθα? ταφῆ]ναι·
[ἐὰν δέ τις ․․․c.10․․․ πα]ρὰ ταῦ-
[τα ποιήσῃ, ἀποτείσει Σ]ι̣δυμέ-
[ων τῷ δήμῳ δραχμὰς πεντάκ]ις χ[ει]-
10 [λίας καὶ τῷ ἱερωτάτῳ ταμ]ε̣ίῳ τὰς
[ἴσας? — — — — — — — — — —]λικὸς
[— — — — — — — — — — — — α]ὐτῶν
[— — — — — — — — — — — — —ι]ον.
Search Help
Contact Us