[ ] Lycia, W. — Kalabatia? — 133 AD — Kalabatia?
col. I.1 τὸ μνημεῖον κατεσκεύασεν #⁵⁶
Εὐτύχης Ἑρμαόρτου (sic), καθὼς
ἡ βουλὴ ἐπέτρεψεν ἐπὶ ἀρχιερέος
Λικιννίου Λόνγου Ἀρτεμεισίου βʹ,
5 ἑαυτῷ καὶ γυναικὶ αὐτοῦ καὶ τοῖς
ἐξ αὐτῶν καὶ γυναιξὶν αὐτῶν καὶ τέ-
     κνοις· ἑτέρῳ δὲ μηδενὶ ἐξεῖναι
col. II.8 ταφῆναι· εἰ
δὲ μή, ὁ θάψας
10 ἐκτείσι Σιδυ-
μέων τῷ δήμῳ 𐆖 φʹ
ἐξ ὧν ὁ κατηγορῶν
λήνψεται τὸ πέν-
πτον τοῦ προστί-
15 μου.
Search Help
Contact Us