[ ] Lycia, W. — Sidyma — Rom. Imp. period
in crepidine:
1 Διομήδην Λύσωνος Σιδυμέ[α]
1a infra crepidinem:
2 Λύσων Διομήδου τὸν ἑαυτοῦ πατέρα τειμη-
θέντα ταῖς ὑπογεγραμμέναις τειμαῖς·
Σιδυμέων ὁ δῆμος ἐτείμησεν ταῖς πρώταις
5 καὶ δευτέ̣[ρ]α̣ις καὶ τρίταις τειμαῖς Διομή-
δην Λύσωνος πρυτανεύσαντα δὶς δαπανη-
ρῶς καὶ ἱερατεύσαντα τῶν Σεβαστῶν ἐν-
δόξως καὶ γυμνασιαρχήσαντα φιλοδόξως καὶ
 τελέσαντα πάσας τὰς ἀρχὰς καὶ ἑστιάσαντα τὸν
10  δῆμον τρὶς καὶ πρεσβεύσαντα πρὸς τοὺς Σεβασ-
 τοὺς καὶ πολειτευσάμενον τὰ (sic) πρὸς ὠφελίαν τῆς
 πόλεως καὶ πίστει καὶ δικαιοσύνῃ καὶ ἀρετῇ διενέν-
 καντα.
Search Help
Contact Us