[ ]
Lycia, W. — Sidyma — Rom. Imp. period
| in crepidine: | |
| 1 | Διομήδην Λύσωνος Σιδυμέ[α] |
| 1a | infra crepidinem: |
| 2 | Λύσων Διομήδου τὸν ἑαυτοῦ πατέρα τειμη- |
| θέντα ταῖς ὑπογεγραμμέναις τειμαῖς· | |
| Σιδυμέων ὁ δῆμος ἐτείμησεν ταῖς πρώταις | |
| 5 | καὶ δευτέ̣[ρ]α̣ις καὶ τρίταις τειμαῖς Διομή- |
| δην Λύσωνος πρυτανεύσαντα δὶς δαπανη- | |
| ρῶς καὶ ἱερατεύσαντα τῶν Σεβαστῶν ἐν- | |
| δόξως καὶ γυμνασιαρχήσαντα φιλοδόξως καὶ | |
| τελέσαντα πάσας τὰς ἀρχὰς καὶ ἑστιάσαντα τὸν | |
| 10 | δῆμον τρὶς καὶ πρεσβεύσαντα πρὸς τοὺς Σεβασ- |
| τοὺς καὶ πολειτευσάμενον τὰ (sic) πρὸς ὠφελίαν τῆς | |
| πόλεως καὶ πίστει καὶ δικαιοσύνῃ καὶ ἀρετῇ διενέν- | |
| καντα. |