[ ]
Lycia, W. — Sidyma — Rom. Imp. period
| 1 | [— — — — — — — — — — Θε]ά̣γ̣?η ἄ[νδ]ρ̣α καλὸν καὶ̣ ἀ̣γ̣αθ̣ὸν διὰ π̣ρ̣ο̣γ̣όνων |
| [γενόμενον, ἀρχιερατεύσ]αντα τῶν Σεβαστῶν καὶ δὶς πρυτανεύσαντα | |
| [καλῶς καὶ δαπανηρῶς? κ]αὶ πρεσβεύσαντα εἰς Ῥώμην πρὸς τοὺ<ς> Σεβαστοὺ[ς] | |
| [πλειονάκις? ὑπὲρ τῆς] πατρίδος εὐτυχῶς καὶ ὑποφυλακήσ̣αντα Λυκίων | |
| 5 | [δόντα δὲ καὶ αἰώνιον? ἀρ]γύριον καὶ δεκαπρωτεύσαντα καὶ πάσας τὰς ἀρχὰς τε- |
| [λέσαντα τῇ πατρίδι? ποι]ησάμενον δὲ καὶ ἐπιδόσεις ἀργυρικὰ̣ς [κα]ὶ̣ ἑστιάσει[ς], | |
| [διαπρέψαντα τῇ τοῦ βίου] ἀναστροφῇ, ζ̣ήσ̣αντα κοσμίω̣ς καὶ μεγαλοφρόνω̣ς, ἐπιδόντα | |
| [δὲ καὶ ὑπὲρ τοῦ υἱοῦ αὐ]τ̣οῦ Δημοσθένου̣ <τ>ῇ πόλει δωρεὰν (δραχμὰς) μ̣(υρίας) γ̣ʹ?, ὥστε ἐ̣κ̣ τῶν καθε[σ]- | |
| [τώτων τόκων ὑπάρχειν] ἐ̣πίδο̣σιν τοῖς πολείταις ἐν τοῖς καθ’ ἕ<τ>ος ἀρχ̣αιρεσί- | |
| 10 | [οις, Σιδυμέων ὁ δῆμος?] ε̣ὐνοίας καὶ εὐεργεσίας ἕνεκεν. |