[ ]
Lycia — Simena (Kale--Kekova) — IGR 3.692
| 1 | ἐτείμησαν Ἀπερλειτῶν ὁ |
| δῆμος καὶ οἱ συνπολιτευόμενοι | |
| αὐτῷ Σιμηνέων καὶ Ἀπολλωνειτῶν | |
| καὶ Ἰσινδέων δῆμοι Ἱππόλοχον Ἀ- | |
| 5 | πελλέους [Μ]υρ[έα] καὶ Ἀπερλείτην |
| ἀπὸ Σιμήνων χρυσῷ στεφάνῳ καὶ | |
| εἰκόνι χαλκῇ, ἄνδρα καλὸν καὶ ἀγα- | |
| θὸν ὑπάρχοντα διὰ προγόνων, ἱερα- | |
| τεύσαντα [Τιβερίου] Κλαυδίου Καί- | |
| 10 | σαρος Σεβαστοῦ καὶ πρυτανεύσαν- |
| τα γʹ καὶ ἱερατεύσαντα Ῥώμης καὶ Δι- | |
| [ὸς] καὶ Ἀπόλλωνος καὶ τα[μι]εύσαντα | |
| [καὶ γυμνασι]αρχήσαντα καὶ τὰς ἄλ[λας] | |
| [λειτουργί]ας τελέσαντα πάσας σε[μ]- | |
| 15 | [νῶς καὶ φιλ]οδόξως πάσῃ ἀρετῇ |
| [διαφ]έροντα. |