[ ] Lycia (Kibyr.) — Balboura (Çolkayığı) — ca. 200-212 AD — Ann.Inst. 24.1852.178 — Reisen II 184,236 (beg.) — IGR 3.474
1 [εἰ]ση[γη]σαμέ[ν]ου Μάρκου Αὐρηλίου Τρωίλου Μά[σ]-
αντος τοῦ Τρωίλου, Βουβωνέως καὶ Καδυαν-
δέος, [π]ολ[ει]τευομένου δὲ καὶ ἐν ταῖς κατὰ Λυ-
κίαν πόλεσιν πάσαις, ἐπιψηφισαμένου Αὐρηλίου
5 Μάσαντος δὶς, τοῦ Τρωίλου Βουβωνέος γεγονό-
τος ἀρχιφύλακος, ἔδοξεν τῇ κοινῇ τοῦ Λυκίων
ἔθνους ἀρχ[αι]ρεσιακ[ῇ]κλ[η]σίᾳ· ἐπε[ὶ] Μᾶρκος
[Αὐρήλιος Θοαντιανὸς, υ]ἱὸς Αὐρηλίου Θοαντ-
[ιανοῦ δὶς Με]λεάγρου [Κ]άστορος, Βαλβουρε[ὺ]ς καὶ
10 [Ἀτταλεὺς, ἱε]ρεὺ[ς εὐσεβὴ]ς καὶ κόσ[μι]ος καὶ [ἤ]θει
[σεμνότα]τος, διαπρέπων ἐν τῇ ἐ[π]α[ρ]χείᾳ,
[γένους συν]κλητικοῦ καὶ ὑπατικοῦ καὶ Λυ[κ]ιαρχικ-
ο[ῦ] καὶ Πα[μ]φυλιαρχῶν καὶ πρειμοπειλαρί-
ων καὶ ἱππικῶν, ἐ[κ]πάππου Κάστορο[ς] ὑποφυ-
15 λ[άξ]αντος Λ[υ]κίων, Προπάππου Μελεά[γ]ρου [ὑ]-
ποφυλά[ξ]αντος καὶ ἀρχιφυλακήσαντος [Λυ]-
κίων καὶ τειμηθέντος ἐπὶ τῇ ἀρχιφυλακίᾳ, πά-
ππου Θοαντιανοῦ ὑποφυλάξαντος καὶ αὐ-
τοῦ Λυκίων, πατρὸς Θοαντιανοῦ ἱερασαμένου
20 Λυκίων Θεᾶς Ῥώμης καὶ τειμηθέντος ἱεράτευ-
σεν καὶ αὐτὸς τοῦ κοινοῦ Λυκίων ἔθνους Τιβε-
ρίου Καίσαρος εὐσεβ[ῶ]ς, καὶ φιλοτίμως παντα-
χοῦ τὴν αὐτοῦ π[ρ]οθυμίαν καὶ γνώμην ἐπιδ[εί]-
κνυται ἐν τοῖς ἀρίστοις οὐ μόνον εἰς τὸ ἔθν[ος]
25 ἡμῶν ἀλλὰ καὶ ἐν τῇ ἑτέρᾳ πατρίδι αὐτοῦ
τῇ λαμπροτάτῃ Ἀτταλέων πόλει, ὡς μ[ε]-
μαρτυρῆσθαι αὐτῷ καὶ ὑπὸ τοῦ κρατίστου ὑ-
πατικοῦ Μάρκου Οὐλπίου Τερτυλλιανοῦ Ἀκύ-
λα λογιστεύσαντος καὶ τῶν Ἀτταλέων, ἐ-
30 φ’ αἷς ἐξετέλεσεν καὶ παρὰ τοῖς Ἀτταλεῦ-
σιν φιλοτείμως καὶ εὐσεβῶς ἀρχαῖς· διὰ
ταῦτα δεδόχθαι Λυκίων τῷ κοινῷ τετειμῆσ-
θαι τὸν Θοαντιανὸν εἰκόνι χαλκῇ καὶ εἰκό-
νι γραπτῇ, ἐπιγραφῆναι δὲ τῷ ἀνδριάν-
35 τι καὶ τῇ εἰκόνι τὰς προγεγραμμένας τειμὰ[ς]
καὶ μαρτυρίας.
Search Help
Contact Us