[ ]
Lycia (Kibyr.) — Balboura (Çolkayığı) — ca. 200-212 AD — Ann.Inst. 24.1852.178 — Reisen II 184,236 (beg.) — IGR 3.474
| 1 | [εἰ]ση[γη]σαμέ[ν]ου Μάρκου Αὐρηλίου Τρωίλου Μά[σ]- |
| αντος τοῦ Τρωίλου, Βουβωνέως καὶ Καδυαν- | |
| δέος, [π]ολ[ει]τευομένου δὲ καὶ ἐν ταῖς κατὰ Λυ- | |
| κίαν πόλεσιν πάσαις, ἐπιψηφισαμένου Αὐρηλίου | |
| 5 | Μάσαντος δὶς, τοῦ Τρωίλου Βουβωνέος γεγονό- |
| τος ἀρχιφύλακος, ἔδοξεν τῇ κοινῇ τοῦ Λυκίων | |
| ἔθνους ἀρχ[αι]ρεσιακ[ῇ] ἐκλ[η]σίᾳ· ἐπε[ὶ] Μᾶρκος | |
| [Αὐρήλιος Θοαντιανὸς, υ]ἱὸς Αὐρηλίου Θοαντ- | |
| [ιανοῦ δὶς Με]λεάγρου [Κ]άστορος, Βαλβουρε[ὺ]ς καὶ | |
| 10 | [Ἀτταλεὺς, ἱε]ρεὺ[ς εὐσεβὴ]ς καὶ κόσ[μι]ος καὶ [ἤ]θει |
| [σεμνότα]τος, διαπρέπων ἐν τῇ ἐ[π]α[ρ]χείᾳ, | |
| [γένους συν]κλητικοῦ καὶ ὑπατικοῦ καὶ Λυ[κ]ιαρχικ- | |
| ο[ῦ] καὶ Πα[μ]φυλιαρχῶν καὶ πρειμοπειλαρί- | |
| ων καὶ ἱππικῶν, ἐ[κ]πάππου Κάστορο[ς] ὑποφυ- | |
| 15 | λ[άξ]αντος Λ[υ]κίων, Προπάππου Μελεά[γ]ρου [ὑ]- |
| ποφυλά[ξ]αντος καὶ ἀρχιφυλακήσαντος [Λυ]- | |
| κίων καὶ τειμηθέντος ἐπὶ τῇ ἀρχιφυλακίᾳ, πά- | |
| ππου Θοαντιανοῦ ὑποφυλάξαντος καὶ αὐ- | |
| τοῦ Λυκίων, πατρὸς Θοαντιανοῦ ἱερασαμένου | |
| 20 | Λυκίων Θεᾶς Ῥώμης καὶ τειμηθέντος ἱεράτευ- |
| σεν καὶ αὐτὸς τοῦ κοινοῦ Λυκίων ἔθνους Τιβε- | |
| ρίου Καίσαρος εὐσεβ[ῶ]ς, καὶ φιλοτίμως παντα- | |
| χοῦ τὴν αὐτοῦ π[ρ]οθυμίαν καὶ γνώμην ἐπιδ[εί]- | |
| κνυται ἐν τοῖς ἀρίστοις οὐ μόνον εἰς τὸ ἔθν[ος] | |
| 25 | ἡμῶν ἀλλὰ καὶ ἐν τῇ ἑτέρᾳ πατρίδι αὐτοῦ |
| τῇ λαμπροτάτῃ Ἀτταλέων πόλει, ὡς μ[ε]- | |
| μαρτυρῆσθαι αὐτῷ καὶ ὑπὸ τοῦ κρατίστου ὑ- | |
| πατικοῦ Μάρκου Οὐλπίου Τερτυλλιανοῦ Ἀκύ- | |
| λα λογιστεύσαντος καὶ τῶν Ἀτταλέων, ἐ- | |
| 30 | φ’ αἷς ἐξετέλεσεν καὶ παρὰ τοῖς Ἀτταλεῦ- |
| σιν φιλοτείμως καὶ εὐσεβῶς ἀρχαῖς· διὰ | |
| ταῦτα δεδόχθαι Λυκίων τῷ κοινῷ τετειμῆσ- | |
| θαι τὸν Θοαντιανὸν εἰκόνι χαλκῇ καὶ εἰκό- | |
| νι γραπτῇ, ἐπιγραφῆναι δὲ τῷ ἀνδριάν- | |
| 35 | τι καὶ τῇ εἰκόνι τὰς προγεγραμμένας τειμὰ[ς] |
| καὶ μαρτυρίας. |