[ ]
Lycia (Kibyr.) — Oinoanda (Incealiler) — IGR 3.493
1 | [Γά]ιον Λικίννιον, Γαίου Λικιννίο[υ Μου]- |
[σα]ίου υἱὸν Σεργία Μάρκιον Θοαντ[ιανὸν] | |
[Φ]ρόντωνα, Ῥωμαῖον καὶ Οἰνοανδέα, | |
γραμματεύσαντα Λυκίων τοῦ κοιν[οῦ], | |
5 | γραμματεύσαντα τῆς πατρίδος φιλο[τεί]- |
μως καὶ γυμνασιαρχήσαντα καὶ σ[ειτο]- | |
μετρήσαντα (δην.) <—ʹ> καὶ ἱερασάμενον τῶν [Σεβασ]- | |
τῶν μετὰ τῆς κρατίστης αὐτοῦ γυναι[κὸς] | |
Λικιννίας Φλαβίλλης εὐσεβῶς καὶ με[γα]- | |
10 | λοφρόνως καὶ σειτομετρήσαντα πάλιν |
τοὺς πολείτας ἔκ τε τοῦ δημοσίου πυρο[ῦ] | |
καὶ οὗ ἐκ τῶν ἰδίων ἐπέδωκεν ἐν δυσ- | |
χρηστοτάτῳ καιρῷ, ἐπιδεδωκότα δὲ καὶ | |
ἀργυρικὴ<ν> διάδοσιν καθ’ ἕκαστον τῶν πο- | |
15 | λειτῶν ἀνὰ δηνάρια δέκα, ὡς μετασχεῖν |
τῆς χάριτος ταύτης πάντας τοὺς τὴν πό- | |
λιν κατοικοῦντας, καὶ ἐν πάσῃ ἀρχῇ φιλο- | |
τειμηθέντα, πρεσβεύσαντα προῖκα ὑπὲρ | |
τοῦ Λυκίων ἔθνους πρὸς τὸν θεῖον Αὐτο- | |
20 | κράτορα Νέρουα Τραιανὸν καὶ ἐν πάντι καιρῷ |
συνωφεληκότα αἰεὶ τὸν δῆμον δι’ ἧς ἔχει | |
πρὸς αὐτὸν εὐνοίας, ἀρχιφύλακα Λυκίων | |
τοῦ κοινοῦ, ἔγγονον Γαίου Λικιννίου Μο[υ]- | |
σαίου, ἀρχιερέως τῶν Σεβαστ[ῶν, τοῦ] | |
25 | δὲ αὐτοῦ καὶ γ[ραμμα]τ[εύσαντος Λυκίων τοῦ] |
κοινοῦ, τ— — — |