[ ] Lycia (Kibyr.) — Oinoanda (Incealiler) — IGR 3.493
1 [Γά]ιον Λικίννιον, Γαίου Λικιννίο[υ Μου]-
[σα]ίου υἱὸν Σεργία Μάρκιον Θοαντ[ιανὸν]
[Φ]ρόντωνα, Ῥωμαῖον καὶ Οἰνοανδέα,
γραμματεύσαντα Λυκίων τοῦ κοιν[οῦ],
5 γραμματεύσαντα τῆς πατρίδος φιλο[τεί]-
μως καὶ γυμνασιαρχήσαντα καὶ σ[ειτο]-
μετρήσαντα (δην.) <—ʹ> καὶ ἱερασάμενον τῶν [Σεβασ]-
τῶν μετὰ τῆς κρατίστης αὐτοῦ γυναι[κὸς]
Λικιννίας Φλαβίλλης εὐσεβῶς καὶ με[γα]-
10 λοφρόνως καὶ σειτομετρήσαντα πάλιν
τοὺς πολείτας ἔκ τε τοῦ δημοσίου πυρο[ῦ]
καὶ οὗ ἐκ τῶν ἰδίων ἐπέδωκεν ἐν δυσ-
χρηστοτάτῳ καιρῷ, ἐπιδεδωκότα δὲ καὶ
ἀργυρικὴ<ν> διάδοσιν καθ’ ἕκαστον τῶν πο-
15 λειτῶν ἀνὰ δηνάρια δέκα, ὡς μετασχεῖν
τῆς χάριτος ταύτης πάντας τοὺς τὴν πό-
λιν κατοικοῦντας, καὶ ἐν πάσῃ ἀρχῇ φιλο-
τειμηθέντα, πρεσβεύσαντα προῖκα ὑπὲρ
τοῦ Λυκίων ἔθνους πρὸς τὸν θεῖον Αὐτο-
20 κράτορα Νέρουα Τραιανὸν καὶ ἐν πάντι καιρῷ
συνωφεληκότα αἰεὶ τὸν δῆμον δι’ ἧς ἔχει
πρὸς αὐτὸν εὐνοίας, ἀρχιφύλακα Λυκίων
τοῦ κοινοῦ, ἔγγονον Γαίου Λικιννίου Μο[υ]-
σαίου, ἀρχιερέως τῶν Σεβαστ[ῶν, τοῦ]
25 δὲ αὐτοῦ καὶ γ[ραμμα]τ[εύσαντος Λυκίων τοῦ]
κοινοῦ, τ— — —
Search Help
Contact Us