[ ]
Lycia — Isinda (Belenli)
1 | τὸ μνημεῖον Δημητρίου τοῦ Ἀπολλωνίου |
Ἀπερλείτου καὶ τῆς γυναικὸς αὐτοῦ Ἰασονίδος | |
τῆς Ἰάσονος Ἀπερλείτιδος καὶ τοῖς τέκνοις αὐτῶν | |
καὶ τῶν(!) τούτων τέκνοις· ἄλλον δὲ μηδένα | |
5 | ἐξεῖναι θάψαι· ἐὰν δέ τις θάψη τινά, ὀφειλέτω |
Ἀπερλειτῶν τῶ δήμω χειλίας, τῆς πράξεως | |
οὔσης παντὸς τοῦ βουλομένου ἐπὶ τῶ ἡμίσει. |