[ ] Lycia — Isinda (Belenli)
1 τὸ μνημεῖον Δημητρίου τοῦ Ἀπολλωνίου
Ἀπερλείτου καὶ τῆς γυναικὸς αὐτοῦ Ἰασονίδος
τῆς Ἰάσονος Ἀπερλείτιδος καὶ τοῖς τέκνοις αὐτῶν
καὶ τῶν(!) τούτων τέκνοις· ἄλλον δὲ μηδένα
5 ἐξεῖναι θάψαι· ἐὰν δέ τις θάψη τινά, ὀφειλέτω
Ἀπερλειτῶν τῶ δήμω  χειλίας, τῆς πράξεως
οὔσης παντὸς τοῦ βουλομένου ἐπὶ τῶ ἡμίσει.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server