[ ]
Lycia — Apollonia (Sahilkılınçlı)
1 | τὸ μνημεῖον κατεσκεύασεν Ποσιδώνιος |
Δημητρίου Ἀπερλείτης ἀπὸ Ἀπολλωνίας | |
ἑαυτῶ καὶ γυναικὶ αὐτοῦ Μοσχείνη | |
[Δη]μ[η]τρίου Ἀπερλείτιδι ἀπὸ Ἀπολλωνίας | |
5 | καὶ τέκνοις αὐτῶν καὶ Ἐπαφροδείτω |
τῶ ἠλευθερωμένω ὑπὸ Μοσχείνης τῆς | |
Ἀπερλείτιδος· ἄλλω δὲ οὐδενὶ ἐξέσται οὔτε | |
ἀνοῖξαι οὔτε ἐνκηδεῦσαι· ἐὰν δέ τις ἀνοίξη | |
ἢ θάψη, ἁμαρτωλὸς ἔστω θεοῖς χθονίοις | |
10 | καὶ ὀφειλέτω ἱερὰς Ἀπόλλωνι Π[α]τρώω |
δραχμὰς χειλίας, τῆς πράξεος {²sic}² οὔσης | |
παντὶ τῶ βουλομένω ἐπὶ τῶ ἡμίσι {²sic}² μ[έ]ρει. |