[ ]
Lycia — Apollonia (Sahilkılınçlı)
| 1 | τὸ μνημεῖον κατεσκεύασεν Ποσιδώνιος |
| Δημητρίου Ἀπερλείτης ἀπὸ Ἀπολλωνίας | |
| ἑαυτῶ καὶ γυναικὶ αὐτοῦ Μοσχείνη | |
| [Δη]μ[η]τρίου Ἀπερλείτιδι ἀπὸ Ἀπολλωνίας | |
| 5 | καὶ τέκνοις αὐτῶν καὶ Ἐπαφροδείτω |
| τῶ ἠλευθερωμένω ὑπὸ Μοσχείνης τῆς | |
| Ἀπερλείτιδος· ἄλλω δὲ οὐδενὶ ἐξέσται οὔτε | |
| ἀνοῖξαι οὔτε ἐνκηδεῦσαι· ἐὰν δέ τις ἀνοίξη | |
| ἢ θάψη, ἁμαρτωλὸς ἔστω θεοῖς χθονίοις | |
| 10 | καὶ ὀφειλέτω ἱερὰς Ἀπόλλωνι Π[α]τρώω |
| δραχμὰς χειλίας, τῆς πράξεος {²sic}² οὔσης | |
| παντὶ τῶ βουλομένω ἐπὶ τῶ ἡμίσι {²sic}² μ[έ]ρει. |