[ ] Lycia (Kibyr.) — Kibyra (Gölhisar--Horzum) — 113/4-215 AD — SEG 38.1454, 42.1239 cf. — IGR 4.908
A.1     οἱ ἐπὶ τῆς Ἀσίας Ἕλληνες
           ἐτείμησαν
B.1 Τιβέριον Κλαύδιον Κλαυδίου Πολέμω-
νος υἱὸν Κυρείνα Κέλσον Ὀρεστιανόν,
φιλόπατριν, κοσμόπολιν καὶ Φλαουίαν
Φλαουίου Ἱέρωνος θυγατέρα Λυκίαν, θυγα-
5 τέρα πόλεως, τὴν γυναῖκα αὐτοῦ, ἀρχιερα-
τεύσαντας τῆς Ἀσίας τῶν ἐν τῇ πρώτῃ
καὶ δὶς νεωκόρῳ Περγάμῳ ναῶν ἐπιφανῶς
        καὶ φιλοτείμως·
προνοήσαντος τῆς ἀναστάσεως τῶν τει-
10 μῶν τοῦ Καισαρέων Κιβυρατῶν δήμου τῶν
ἰδίων πολειτῶν τῆς εἰς αὐτοὺς εὐχαρισ-
         τίας ἕνεκεν.
Search Help
Contact Us