[ ]
Lycia (Kibyr.) — Oinoanda (Incealiler) — BCH 10.1886.224,7 — IGR 3.488; OGI 565
1 | Ἀπολλωνίου δίς. |
Λυκίων τὸ κοινὸν ἐτείμη- | |
σεν χρυσῷ στεφάνῳ καὶ εἰ- | |
κόνι γραπτῇ καὶ εἰκόνι χαλκῇ | |
5 | Μᾶρκον Αὐρήλιον Ἀπολλώ- |
νιον Ἀπολλωνίου τοῦ καὶ | |
Φιλώτου Ἀπολλωνίου Ὀρθα- | |
γόρου Οἰνοανδέα, γενόμε- | |
νον πρότερον μὲν ἱερέα | |
10 | θεοῦ πατρῴου Ἀπόλλωνος |
Λυκίων τοῦ κοινοῦ, μετὰ ταῦ- | |
τα δὲ ἀρχιφυλακήσαντα ἐν | |
τῇ πρὸς τῷ Κράγῳ συντελ[είᾳ] | |
καὶ μετὰ πάσης εἰρήνης κ[αὶ] | |
15 | εὐσεβείας τὴν ἀρχὴν ἐκτε- |
λέσαντα, πληρώσαντα καὶ [εἰς] | |
τὸ ἱερώτατον ταμεῖον τοὺς | |
ἱεροὺς φόρους καὶ τὴν πρᾶξιν | |
ποιησάμενον ἐπεικῶς καὶ τει- | |
20 | μητικῶς. |