[ ]
Lycia (Kibyr.) — Oinoanda (Incealiler) — Dkschr.Wien 45,1.1897.48 cf. — IGR 3.495
| 1 | [Τερμησ]σέ[ων] τ[ῶν] πρὸς Οἰν[οάν]- |
| [δοις ἡ] βουλὴ καὶ ὁ δῆμος ἐτ[είμη]- | |
| [σ]εν Γάιον Λικίννιον Γαίου Λικινν[ίου] | |
| υἱὸν Σεργία Θοαντιανὸν Οἰνοανδ[έ]- | |
| 5 | α, τῆς μὲν [π]ατ[ρί]δος γενόμε- |
| νο[ν π]ρ[ῶ]τον, οὐδενὸς δὲ τῶν ἐν | |
| τῇ ἐ[π]αρχείᾳ δεύτερον, ἀπόγονον | |
| [ν]αυάρχων, καὶ ἱππάρ[χ]ων καὶ ὑπὸ βασι[λέ]- | |
| [ω]ν [καὶ] δόγματι συνκλήτου τετειμη- | |
| 10 | μένων, ἔγγονον Γαίου Λικιννίου Θόα[ν]- |
| [τ]ος, υἱοῦ πόλεως, καὶ [σ]τ[ρα]τη[γ]ῶν καὶ [ἀ]ρ- | |
| [χι]φυλάκων καὶ γραμματέ[ων] τοῦ ἔθνους | |
| κ[α]ὶ Λυκιαρχῶν πρ[ωτ]ευσάντων τοῦ ἔ- | |
| θνους, πολλὰ καὶ μεγάλα τῇ τε πόλει | |
| 15 | {π} ἰδί[ᾳ] καὶ τῇ ἐπαρχ[εί]ᾳ παρεσχημένον, |
| [δ]ι’ ὃ[ν] κ[αὶ σ]ειτηρ[έσ]ια καὶ γυμνασιαρχίαι καὶ | |
| διανομαὶ οὐ μόνον ἐν τῇ πόλει ἀλλὰ | |
| καὶ ἐν τῷ ἔθνει συνεστᾶσιν, ὑπερ[β]αλ[λ]ό{υ}- | |
| μενον {²⁶ὑπερβαλλόμενον}²⁶ τῶν προγόνων οὐ μόνον τὴν ἐν | |
| 20 | ταῖς ἀδιαλείπτοις εὐεργεσίαις λαμ- |
| πρότητα ἀλλὰ καὶ τὴν τῶν ἠθῶν ἀρετὴν, | |
| ἐν πάντι καιρῷ τὴν πατρίδα εὐεργετή- | |
| σαντα, ἀνεψιὸν καὶ θεῖον συνκλητικῶν | |
| καὶ ὑπατικῶν, ξένον καὶ φίλον ἡγεμό- | |
| 25 | νων καὶ ἀνθυπάτων καὶ ἐπιτρόπων, ἄν- |
| δρα μεγαλόφρονα καὶ ἐκπρεπέστα- | |
| τον καὶ διασημότατον ἔν τε λόγων καὶ | |
| ἠθῶν ἀρετῇ κεκοσμημένον, τὸν τρο- | |
| φέα καὶ εὐεργέτην καὶ κτίστην | |
| 30 | ἀρετῆς καὶ εὐνοίας ἕνεκεν. |