[ ] Lycia — Teimioussa (Üçağız) — Dkschr.Wien 45,1.1897.18,59 — IGR 3.698; Syll.(3) 1234
1             τὸν τάφον κατεσκευάσατο
            Σεμονὶς Ἑκατοδώρου
            ἑα[υτῇ] κ[αὶ] τοῖς τέκνοις.
ἐπὶ ἀρχιερέως Πραξίωνος, Ἀρτεμισίου ιγʹ. Λάλλα Λυσιμάχου Μύρισσα μετὰ κυρίου
5 Εὐρ․νβου τοῦ Εὐτύχου Μυρέως ἀπὸ Τρεβένδων πρυτάνεσι καὶ γραμματεῖ βουλῆς· ἔχουσα{ν}
προγονικὸν μνημεῖον τὸ ἑστὸς ἐν τῇ Τειμιουσέων κώμῃ, ἐφ’ οὗ ἐπιγραφὴ "τὸν τάφον κατεσκευάσατο
Σεμονὶς Ἑκατοδώρου", δίδωμι τὴν τοῦ προδεδηλωμένου μνημείου ἐξουσίαν Ξένωνι Εἰρηναίου,
ὥστε αὐτὸν εἶναι κύριον τῆς εἰς αὐτὸν ἐνταφῆς κ[αὶ][χ][τ]ω ἐξουσίαν συνχωρεῖν, οἷς ἂν αὐτὸς βούλη[ται],
μηδενὶ ἑτέρῳ οὔσης ἐνταφῆς· ἐάν δέ τινι αὐτὸς ἐπιτ[ρ][ψῃ, οὖτ]οι ἔχο[ιεν ὡ]ς Ξένων[ι] εὐ δοκεῖ ․(?)
Search Help
Contact Us