[ ]
Lycia — Teimioussa (Üçağız) — Dkschr.Wien 45,1.1897.18,59 — IGR 3.698; Syll.(3) 1234
| 1 | τὸν τάφον κατεσκευάσατο |
| Σεμονὶς Ἑκατοδώρου | |
| ἑα[υτῇ] κ[αὶ] τοῖς τέκνοις. | |
| ἐπὶ ἀρχιερέως Πραξίωνος, Ἀρτεμισίου ιγʹ. Λάλλα Λυσιμάχου Μύρισσα μετὰ κυρίου | |
| 5 | Εὐρ․νβου τοῦ Εὐτύχου Μυρέως ἀπὸ Τρεβένδων πρυτάνεσι καὶ γραμματεῖ βουλῆς· ἔχουσα{ν} |
| προγονικὸν μνημεῖον τὸ ἑστὸς ἐν τῇ Τειμιουσέων κώμῃ, ἐφ’ οὗ ἐπιγραφὴ "τὸν τάφον κατεσκευάσατο | |
| Σεμονὶς Ἑκατοδώρου", δίδωμι τὴν τοῦ προδεδηλωμένου μνημείου ἐξουσίαν Ξένωνι Εἰρηναίου, | |
| ὥστε αὐτὸν εἶναι κύριον τῆς εἰς αὐτὸν ἐνταφῆς κ[αὶ] ἐ[χ]έ[τ]ω ἐξουσίαν συνχωρεῖν, οἷς ἂν αὐτὸς βούλη[ται], | |
| μηδενὶ ἑτέρῳ οὔσης ἐνταφῆς· ἐάν δέ τινι αὐτὸς ἐπιτ[ρ]έ[ψῃ, οὖτ]οι ἔχο[ιεν ὡ]ς Ξένων[ι] εὐ δοκεῖ ․(?) |