[ ]
Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — after 185 AD
| 1 | [Τιβέριον Κλ]αύδιον Στασιθέμιδος δὶς τοῦ Τηλεμά- |
| [χου — — — Κ]υρείνα Τηλέμαχον, φιλοσέβαστον καὶ φιλό- | |
| [πατριν, Ῥωμαῖο]ν̣ καὶ Ξάνθιον καὶ Παταρέα καὶ Μυρέα, πολειτευόμενον | |
| [δὲ καὶ ἐν ταῖς κατ]ὰ Λυκίαν πόλεσι πάσαις, τὸν τῶν Αὐτοκρατόρων ξέ- | |
| 5 | [νον, χειλίαρχον] λεγεῶνος δ Σκυθικῆς, τὸν ἀρχιερέα τῶν Σεβαστῶν καὶ |
| [γραμματέα Λυκί]ων τοῦ κοινοῦ, ἀρχιερατεύσαντα τῶν Σεβαστῶν καὶ γραμμα- | |
| [τεύσαντα καὶ ἀγω]νοθετήσαντα ἐν τῇ ἠγμένῃ ἰσολυμπίῳ πενταετηρικῇ | |
| [πανηγύρει ἐν τῷ] παρ’ ἡμεῖν ἁγιωτάτῳ ἱερῷ τῆς Λητοῦς εὐσεβῶς καὶ φιλοδό- | |
| [ξως, χαρισάμεν]ον δὲ καὶ ἀργυρικὰς τῇ πόλει καὶ τῷ ἔθνει ἐπιδόσεις, | |
| 10 | [ἱερατεύσαντα τ]οῦ ἔθνους θεᾶς Ῥώμης, τετειμημένον ἐν πάσαις |
| [ταῖς κατὰ Λυκία]ν πόλεσι καὶ ὑπὸ Λυκίων τοῦ κοινοῦ ταῖς πρώταις καὶ | |
| [δευτέραις καὶ τ]ρίταις τειμαῖς, τειμώμενον δὲ καὶ ὑπὸ τοῦ Λυκίων | |
| [ἔθνους κατ’ ἔ]τος διὰ παντός, προγόνων ὑπάρχοντα στρατηγῶν | |
| [— — — — — γραμ]ματέων πρυτανέων γυμνασιάρχων τῶν πόλλα | |
| 15 | [καὶ μεγάλα τῷ ἔ]θνει καὶ ταῖς πόλεσι παρασχομένων ἐν πολε[ι]τείαις, |
| [— — — — — ἀργυ]ρικαῖς ἐπιδόσεσι, ἀναθέσεσι κοινείων, ἄνδρα μεγαλό- | |
| [φρονα — — — —] λόγῳ καὶ ἤθει καὶ δικαιοσύνῃ διαφέροντα, | |
| [— — — — — — —] vac. ἕνεκεν. |